«Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, διʼ ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, διʼ ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν, οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν, πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα, ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός. Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με»· ἰδιόμελον τροπάριον Κυριακῆς τοῦ Τυφλοῦ.
Μικρογραφία χειρογράφου Τετραευαγγέλου ἐπὶ περγαμηνῆς. Ἱστορικὴ Βιβλιοθήκη πάλαι ποτὲ Γυμνασίου Μυτιλήνης, νῦν Πρότυπου ΓΕ.Λ. Μυτιλήνης τοῦ Πανεπιστημίου Αἰγαίου. Χρονολογεῖται μεταξὺ τοῦ 12ου καὶ 13ου αἰῶνος, φ. 472v.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου